Αισχύλος
Επτά επί Θήβας
Ἐτεοκλής
Ὑμᾶς ἐρωτῶ, θρέμματ᾽
οὐκ ἀνασχετά, ἦ
ταῦτ᾽ ἄριστα καὶ πόλει
σωτήρια, στρατῷ τε θάρσος
τῷδε πυργηρουμένῳ,
βρέτη πεσούσας πρὸς
πολισσούχων θεῶν αὔειν,
λακάζειν, σωφρόνων μισήματα;
μήτ᾽ ἐν κακοῖσι μήτ᾽
ἐν εὐεστοῖ φίλῃ
ξύνοικος εἴην τῷ
γυναικείῳ γένει. Κρατοῦσα μὲν
γὰρ οὐχ ὁμιλητὸν θράσος,
δείσασα δ᾽ οἴκῳ
καὶ πόλει πλέον κακόν.
Καὶ νῦν πολίταις τάσδε
διαδρόμους φυγὰς θεῖσαι
διερροθήσατ᾽ ἄψυχον κάκην· τὰ
τῶν θύραθεν δ᾽ ὡς
ἄριστ᾽ ὀφέλλεται,
αὐτοὶ δ᾽ ὑπ᾽ αὐτῶν ἔνδοθεν πορθούμεθα.
Τοιαῦτά
τἂν γυναιξὶ συνναίων
ἔχοις. Κεἰ μή
τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ
γυνή τε χὤ τι τῶν
μεταίχμιον, ψῆφος κατ᾽
αὐτῶν ὀλεθρία βουλεύσεται,
λευστῆρα δήμου δ᾽
οὔ τι μὴ φύγῃ
μόρον. Μέλει γὰρ
ἀνδρί, μὴ γυνὴ βουλευέτω,
τἄξωθεν· ἔνδον δ᾽
οὖσα μὴ βλάβην
τίθει· ἤκουσας ἢ
οὐκ ἤκουσας, ἢ κωφῇ
λέγω;
Χορός
Ὼ φίλον Οἰδίπου
τέκος, ἔδεισ᾽
ἀκούσασα τὸν ἁρματόκτυπον
ὄτοβον ὄτοβον, ὅτε
τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,
ἱππικῶν τ᾽
ἀπύαν πηδαλίων διὰ
στόμα πυριγενετᾶν χαλινῶν.
Ἐτεοκλής
Τί οὖν; ὁ ναύτης ἆρα μὴ
᾽ς πρῷραν φυγὼν
πρύμνηθεν ηὗρε μηχανὴν
σωτηρίας, νεὼς καμούσης
ποντίῳ πρὸς κύματι;
Χορός
ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος
ἦλθον ἀρχαῖα
βρέτη, θεοῖσι πίσυνος,
νιφάδος ὅτ᾽
ὀλοᾶς νειφομένας βρόμος
ἐν πύλαις· δὴ τότ᾽
ἤρθην φόβῳ
πρὸς μακάρων λιτάς,
πόλεως ἵν᾽
ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλής
Πύργον στέγειν εὔχεσθε
πολέμιον δόρυ. Οὐκοῦν
τάδ᾽ ἔσται πρὸς θεῶν·
ἀλλ᾽ οὖν θεοὺς
τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν
λόγος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου